Ε Λ Λ Α Δ Α

Ε Λ Λ Α Δ Α
Η ΣΗΜΑΙΑ ΜΑΣ

Πέμπτη 14 Μαρτίου 2013

Κυριακὴ 17 Μαρτίου. Κυριακὴ τῆς Τυρινῆς. Μνήμη τοῦ ἁγίου Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ. Ἦχος πλ.δ΄. Ἑωθινὸν η΄.

kiriaki tis tirinis2
Κυριακὴ 17 Μαρτίου. Κυριακὴ τῆς Τυρινῆς. Μνήμη τοῦ ἁγίου
Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ. Ἦχος πλ.δ΄. Ἑωθινὸν η΄.
Σημείωσις: Τὴν ἐν τῇ παρούσῃ Κυριακῇ ἀκολουθίαν τοῦ ἀγίου Ἀλεξίου τοῦ
ἀνθρώπου τοῦ Θεοῦ, ψάλλομεν εἰς τὰ ἀποδεῖπνα τῇ παρελθούσῃ Πέμπτῃ
ἑσπέρας.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Ἐν τῷ μικρῷ ἐσπερινῷ
Μετὰ τὸν προοιμιακὸν ψαλμὸν ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ
γ΄ Ἀναστάσιμα στιχηρά∙ Ἐσπερινὸν ὕμνον…Κύριε, Κύριε, μὴ ἀποῤῥίψης
ἡμᾶς…Χαῖρε Σιὼν ἁγία…δευτεροῦντες τὸ α΄. Δόξα, καὶ νῦν τὸ δογματικὸν
θεοτοκίον∙ Πῶς μὴ σὲ μακαρίσωμεν Θεοτόκε!...Εἶτα τό∙ Φῶς ἱλαρόν…καί
τὸ Προκείμενον∙ Ὁ Κύριος ἐβασίλευσεν…μετὰ τῶν στίχων αὐτοῦ. Εὐθὺς
τό∙ Κατάξίωσον Κύριε…Εἶτα ψάλλομεν τὸ ἀναστάσιμον ἀποστίχον∙ Ἀ-
νῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ…καὶ τὰ τῆς Θεοτόκου∙ Χαῖρε Θεοτόκε Πάν-
σεμνε…Χαῖρε Θεομῆτορ ἄχραντε…Χαῖρε Θεοτόκε Μήτηρ Χριστοῦ…
Δόξα, καὶ νῦν τὸ θεοτοκίον∙ Ὃν οὐρανὸς οὐκ ἐχώρησε…Εἶτα τό∙ Νῦν ἀπο-
λύεις…καὶ τὸ τρισάγιον. Ἀπολυτίκιον, τὸ Ἀναστάσιμον∙ Ἐξ ὕψους κα-
τῆλθες…Δόξα…Καὶ νῦν…τὸ θεοτοκίον∙ Ὁ δι’ ἡμᾶς γεννηθεὶς…Ἀπόλυσις.
Ἐν τῷ ἀποδείπνῳ
Ἐν τῷ μικρῷ ἀποδείπνῳ, ψάλλομεν τὸν κανόνα τῆς Θεοτόκου κατ’
ἦχον καὶ ἡμέραν∙ Θεία προνοίᾳ γεγονὼς εἰς ὑπαρξιν…(ἐκ τοῦ Θεοτο-
καρίου τοῦ ἁγίου Νικοδήμου τοῦ ἁγιορείτου). Εἰς δὲ τὸ τρισάγιον, τὸ
κοντάκιον τοῦ Τριῳδίου∙ Τῆς σοφίας ὁδηγὲ…Ἐν τέλει, μετὰ τὸ∙ Τῇ Ὑπερ-
μάχῳ…οἱ κδ΄ οἶκοι τῆς Θεοτόκου.
Ἐν τῷ μεγάλῳ ἐσπερινῷ
Μετὰ τὸν προοιμιακὸν ψαλμόν, στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ α΄
Καθίσματος τοῦ Ψαλτηρίου, ἤτοι τὸ∙ Μακάριος ἀνήρ…Εἰς τὸ Κύριε ἐκέ-κραξα ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν στιχηρὰ ἀναστάσιμα γ΄∙ Ἐσπε-
ρινὸν ὕμνον…Κύριε, Κύριε, μὴ ἀποῤῥίψης ἡμᾶς…Χαῖρε Σιὼν ἁγία…στι-
χηρὰ ἀνατολικὰ γ΄∙ Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος…Τὴν ἐκ νεκρών σου Ἀνά-
στασιν…Δόξα σοι Χριστὲ Σωτὴρ…και τοῦ Τριῳδίου προσόμοια δ΄∙ Ὁ
πλάστης μου Κύριος…Στολὴν θεοΰφαντον…Παράδεισε παντιμε…Ἀδὰμ
ἐξωστράκισται...Δόξα…τὸ ἰδιόμελον τοῦ Τριῳδίου∙ Ἐκάθισεν Ἀδὰμ…Καὶ
νῦν, τὸ θεοτοκίον τοῦ ἤχου∙ Ὁ Βασιλεὺς τῶν οὐρανῶν…Εἴσοδος, τὸ∙ Φῶς
ἱλαρόν…καὶ τὸ προκείμενον∙ Ὁ Κύριος ἐβασιλευσεν…μετὰ τῶν στίχων
αὐτοῦ. Εἰς τὴν λιτήν, τὸ στιχηρὸν τοῦ ἁγίου τῆς μονῆς, ἢ τοῦ ἁγίου τοῦ
ναοῦ. Δόξα…τὸ ἰδιόμελον τοῦ Τριῳδίου∙ Ἥλιος ἀκτῖνας ἔκρυψεν…Καὶ
νῦν, τὸ θεοτοκίον∙ Μυστικῶς ἀνυμνοῦμεν σὲ…Εἰς τὸν στίχον, τὸ ἀναστά-
σιμον στιχηρόν∙ Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ…καὶ τὰ κατ΄ἀλφάβητον∙
Χριστὸν δοξολογήσωμεν…Ψαλμοῖς καὶ ὕμνοις…Ὦ Δεσπότα τῶν ἁ-
πάντων…Δόξα…τὸ ἰδιόμελον τοῦ Τριῳδίου∙ Ἐξεβλήθη Ἀδὰμ τοῦ Παρα-
δείσου…Καὶ νῦν, θεοτοκίον∙ Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε… Ἀπο-
λυτίκιον ἀναστάσιμον∙ Ἐξ ὕψους κατῆλθες…ἅπαξ, εὐθὺς τὸ∙ Θεοτόκε
Παρθένε…ἅπαξ, καὶ ἡ εὐλόγησις τῶν ἄρτων. Εἶτα τὰ λοιπὰ τῆς ἀγρυ-
πνίας.
Μὴ τελουμένης ἀγρυπνίας, ἀπολυτίκια εἰς τὸν μέγαν ἐσπερινὸν
(καταλιμπανομένου τοῦ μικροῦ) λέγομεν, ὡς ἐσημειώθησαν ἐν τῷ
μικρῷ. Τῇ δὲ Κυριακῇ πρωῒ, ἐν τῷ μεσονυκτικῷ, ὁ τριαδικὸς κανὼν τοῦ
ἤχου∙ Τῷ τρισηλίῳ Βασιλεῖ…Τὰ Ἄξιόν ἐστιν…Τρισάγιον, καὶ τὸ κοντάκιον
τοῦ Τριῳδίου∙ Τῆς σοφίας ὁδηγὲ…καὶ τὰ λοιπὰ τοῦ μεσονυκτικοῦ.
Ἐν τῷ Ὄρθρῳ
Εἰς τὸ∙Θεὸς Κύριος…Ἀπολυτίκιον τὸἀναστάσιμον∙Ἐξ ὕψους κατῆλθες…
Δόξα∙ τὸ αὐτό…Καὶ νῦν τὸ θεοτοκίον∙ Ὁ δι’ ἡμᾶς γεννηθεὶς…Εὐθὺς ἡ
στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης∙ Κύριε, ἐλέησον γ΄,
Δόξα, καὶ νῦν…Καὶ ἀναγινώσκει τὸ Β΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ
τέλος αὐτοῦ λέγει∙ Δόξα, καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα
δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς∙ μικρὰ
 συναπτὴ καί∙ Ὅτι σὸν τὸ κράτος…Ὁ χορός∙ Ἀμήν, καὶ ψάλλονται τὰ ἀ-
ναστάσιμα καθίσματα∙ Ἀνέστης ἐκ νεκρὼν…Δόξα∙ Ἀναστὰς ἐκ τοῦ
τάφου ὡς ἀληθῶς…Καὶ νῦν τὸ θεοτοκίον∙ Τὴν οὐράνιον πύλην καὶ κι-
βωτὸν…Εἶτα ὁ ἀναγνώστης∙ Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀνα-
γινώσκει τὸ Γ΄ κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ λέγει∙ Δόξα,
καὶ νῦν. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄. Ἡ
ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς∙ μικρὰ συναπτὴ καί∙ Ὅτι ἀγαθὸς
καὶ φιλάνθρωπος…Ὁ χορός∙ Ἀμήν, καὶ ψάλλονται τὰ ἀναστάσιμα κα-
θίσματα∙ Ἄνθρωποι τὸ μνῆμά σου…Δόξα∙ Τὰ μύρα τῆς ταφῆς…Καὶ νῦν
τὸ θεοτοκίον∙ Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη…Εἶτα ὁ ἀναγνώστης∙
Κύριε, ἐλέησον γ΄, Δόξα, καὶ νῦν. Καὶ ἀναγινώσκει τὸ ιζ΄ κάθισμα τοῦ
Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ ψάλλονται τὰ Εὐλογητάρια. Αἴτησις καὶ
ἡ Ὑπακοὴ τοῦ ἤχου∙ Αἱ Μυροφόροι τοῦ Ζωοδότου…Εὐθὺς οἱ ἀναβαθμοὶ
τοῦ ἤχου, τὸ προκείμενον αὐτοῦ καὶ ἅπασα ἡ τάξις τοῦ Ἀναστασίμου
η΄ Εὐαγγελίου. Μετὰ τὸν ν΄ ψαλμὸν ψάλλομεν τὰ ἐν τῷ Τριωδίῳ ἰδιό-
μελα. Δόξα∙ Τῆς μετανοίας ἄνοιξόν μοι…Καὶ νῦν∙ Τῆς σωτηρίας εὔθυνόν
μοι…Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν…
Εἶτα οἱ κανόνες· ὁ ἀναστάσιμος, μετὰ τῶν εἱρμῶν, εἰς δ΄ τροπάρια, ο
σταυροαναστάσιμος, ἄνευ εἱρμῶν, εἰς β΄ τροπάρια, τῆς Θεοτόκου, ἄνευ
εἱρμῶν, εἰς β΄ τροπάρια καὶ τοῦ Τριῳδίου, ἄνευ εἱρμῶν, εἰς Ϟ΄ τροπάρια.
Κατάβασίας δὲ ψάλλομεν τοὺς εἱρμοὺς τοῦ κανόνος τοῦ Τριῳδίου∙ Ὡς
ἐν ἠπείρῳ πεζεύσας…Λέγομεν δὲ ἐν τῷ κανόνι καὶ τοὺς ιβ΄ στίχους ἐξ
ἑκάστης ᾠδῆς τῆς στιχολογίας. Ἀπὸ γ΄ ᾠδῆς τὸ ἀναστάσιμον κον-
τάκιον∙ Ἑξαναστὰς τοῦ μνήματος…καὶ ὁ οἶκος∙ Τά του Ἅδου σκυλεύσας
βασίλεια…Εἶτα τὸ κάθισμα τοῦ Τριῳδίου∙ Ἐξεβλήθη ὁ Ἀδάμ…τὸ ἕτερον∙
Νῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη…τὸ θεοτοκίον∙ Οὐ σιωπήσωμεν ποτέ…
Ἀφ΄ ἕκτης, κοντάκιον τοῦ Τριῳδίου∙ Τῆς σοφίας ὁδηγὲ…καὶ οἶκος αὐτοῦ∙
Ἐκάθισεν Ἀδὰμ τότε…Εἶτα τὸ συναξάριον, πρῶτον τοῦ Μηναίου καὶ
εἶτα τοῦ Τριῳδίου. Στιχολογείται καὶ ἡ Τιμιωτέρα…
Τὸ· Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν…ἐκ γ΄ καὶ τὸ· Ὑψοῦτε Κύριον τὸν Θεὸν
ἡμῶν…εἶτα τὸ ἑξαποστειλάριον, τὸ η΄ Ἀναστάσιμον∙ Δύο Ἀγγέλους βλέ-
ψασα…τοῦ Τριῳδίου∙ Τῆς ἐντολῆς σου Κύριε…τὸ ἕτερον· Ἀποικισθέντες
Κύριε…Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν ἀναστάσιμα
στιχηρὰ δ΄∙ Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης…Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν
μνημείῳ…Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου…Ὁ Ἄγγελός σου Κύριε…ἀνα-
τολικὸν ἐν∙ Ἔπαθες διὰ σταυροῦ…καὶ τοῦ Τριῳδίου ἰδιόμελα γ΄∙ Οἴμοι! ὁ
Ἀδάμ…Τὸ στάδιον τῶν ἀρετῶν ἡνέωκται…Ἀδὰμ τοῦ Παραδείσου διώ-
κεται…Λέγομεν δὲ εἰς τὰ δύο τελευταῖα τοὺς δύο συνήθεις τῆς Κυριακῆς
στίχους. Δόξα…τὸ ἰδιόμελον τοῦ Τριῳδίου∙ Ἔφθασε καιρὸς…Καὶ νῦν∙ Ὑπε-
ρευλογημένη…Δοξολογία μεγάλη καὶ τὸ ἀναστάσιμον τροπάριον∙ Ἀ-
ναστὰς ἐκ τοῦ μνήματος…ἐκτενής καὶ ἀπόλυσις. Εἶτα τὸ η΄ ἑωθινὸν ἰ-
διόμελον∙ Τὰ τῆς Μαρίας δάκρυα…Ἡ α΄ ὥρα ἐν τῷ νάρθηκι.
Ἐν ταῖς ὥραις
Δόξα, Ἀπολυτίκιον ἀναστάσιμον∙ Ἐξ ὕψους κατῆλθες…Καὶ νῦν∙ τὸ θεο-
τοκίον τῆς ὥρας. Εἰς δὲ τὸ τρισάγιον, τὸ κοντάκιον τοῦ Τριῳδίου∙ Τῆς
σοφίας ὁδηγὲ…
Εἰς τὴν Θείαν Λειτουργίαν
Τὰ τυπικά, οἱ ἀναστάσιμοι μακαρισμοὶ εἰς δ΄ τροπάρια καὶ ἡ Ϟ΄ ᾠδὴ
τοῦ κανόνος τοῦ Τριῳδίου, ἄνευ εἱρμοῦ, εἰς δ΄ τροπάρια. Εἴσοδος…Εἰ-
σοδικὸν∙ Δεῦτε προσκυνήσωμεν…ὁ ἀναστὰς ἐκ νεκρών. Ἀπολυτίκια με-
τὰ τὴν εἴσοδον, τὸ Ἀναστάσιμον∙ Ἐξ ὕψους κατῆλθες…τοῦ ἁγίου τῆς
μονῆς ἢ τοῦ ἁγίου τοῦ ναοῦ…Δόξα, ἡ ὑπακοὴ τοῦ ἤχου∙ Αἱ Μυροφόροι
τοῦ Ζωοδότου…Καὶ νῦν, τὸ κοντάκιον τοῦ Τριῳδίου∙ Τῆς σοφίας ὁδηγὲ…
Προκείμενον καί Ἀλληλουϊάριον τοῦ Τριῳδίου. Ἀπόστολος τῆς Κυριακῆς∙
Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία…(Ρωμ. ιγ΄ 11-14, ιδ΄ 1-4), ὁ ζήτει τῇ Κυ-
ριακῇ τῆς Τυρινῆς. Εὐαγγέλιον ὁμοίως∙ Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ
παραπτώματα ἡμῶν…(Ματθ. Ϟ΄ 14-21), ὁ ζήτει τῇ Κυριακῇ τῆς Τυρινῆς.
Εἰς τὸ ἑξαιρέτως τὸ∙ Ἄξιόν ἐστιν…Κοινωνικὸν∙ Αἰνεῖτε τὸν Κύριον…Εἴδομεν
τὸ φῶς…Πληρωθήτω…Εἴη τὸ ὄνομα Κυρίου…ἐκ γ΄, Δόξα…Kαὶ νῦν…οἱ δύο
ψαλμοὶ· Εὐλογήσω τὸν Κύριον…Ὑψώσω σὲ ὁ Θεός μου…καὶ ἡ ἀπόλυσις.

ΠΗΓΗ: "  ΕΝΩΜΕΝΗ ΡΩΜΗΟCYNH  " 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΕΝΗΜΕΡΩΣΗ

Πολλές φορές τα θέματα να είναι τόσα τα οποία δεν

χωρούν στην σελίδα που βλέπουμε.

΄Οταν βλέπετε το BLOGGER και στην ίδια ημέρα

υπάρχουν μέχρι το τέλος, μπορεί να υπάρχουν και σε

άλλη σελίδα αναρτήσεις " ΠΑΛΑΙΟΤΕΡΕΣ Α Ν Α Ρ Τ Η

Σ Ε Ι Σ της ίδιας ημέρας.

Η λίστα ιστολογίων μου

Αναζήτηση αυτού του ιστολογίου

ΝΑΥΠΛΙΟ

ΝΑΥΠΛΙΟ
ΑΓΙΑ ΜΟΝΗ

ΑΓΙΟΣ ΑΡΤΕΜΙΟΣ

ΑΓΙΟΣ ΑΡΤΕΜΙΟΣ
ΠΡΟΣΤΑΤΗΣ ΤΩΝ ΕΝ ΥΠΗΡΕΣΙΑ ΣΥΝΑΔΕΛΦΩΝ

ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ

ΑΓΙΟΣ ΝΙΚΟΛΑΟΣ
Ο ΣΥΝΔΕΣΜΟΣ ΑΠΟΣΤΡΑΤΩΝ ΣΩΜΑΤΩΝ Ν.ΑΡΓΟΛΙΔΑΣ ΙΔΡΥΘΗΚΕ ΤΟ 1959 ΚΑΙ ΤΟΤΕ ΟΡΙΣΘΗΚΕ Ο ΑΓΙΟΣ ΩΣ ΠΡΟΣΤΑΤΗΣ

ΑΓΙΟΣ ΜΗΝΑΣ

ΑΓΙΟΣ ΜΗΝΑΣ
ΠΡΟΣΤΑΤΗΣ ΠΡΩΗΝ ΑΣΤΥΝΟΜΙΑΣ ΠΟΛΕΩΝ